|
[2]
καὶ ταῦτα οὐκ ἂν εἴη μόνον παρ᾿ ὑμῖν οὕτως ἐγνωσμένα, ἀλλ᾿
ἐν ἁπάσῃ τῇ ῾Ελλάδι· περὶ τούτου γὰρ μόνου τοῦ ἀδικήματος
καὶ ἐν δημοκρατίᾳ καὶ ὀλιγαρχίᾳ ἡ αὐτὴ τιμωρία τοῖς
ἀσθενεστάτοις πρὸς τοὺς τὰ μέγιστα δυναμένους ἀποδέδοται,
ὥστε τὸν χείριστον τῶν αὐτῶν τυγχάνειν τῷ βελτίστῳ· οὕτως, ὦ
ἄνδρες, ταύτην τὴν ὕβριν ἅπαντες ἄνθρωποι δεινοτάτην
ἡγοῦνται. |