|
[22] καὶ μετὰ ταῦτα
διεγένοντο ἡμέραι τέτταρες ἢ πέντε, ... ὡς ἐγὼ μεγάλοις ὑμῖν
τεκμηρίοις ἐπιδείξω. πρῶτον δὲ διηγήσασθαι
βούλομαι τὰ
πραχθέντα τῇ τελευταίᾳ ἡμέρᾳ. Σώστρατος ἦν μοι ἐπιτήδειος
καὶ φίλος. τούτῳ ἡλίου δεδυκότος ἰόντι ἐξ ἀγροῦ ἀπήντησα.
εἰδὼς δ᾿ ἐγὼ ὅτι τηνικαῦτα ἀφιγμένος οὐδένα καταλήψοιτο
οἴκοι τῶν ἐπιτηδείων, ἐκέλευον συνδειπνεῖν· καὶ ἐλθόντες
οἴκαδε ὡς ἐμέ, ἀναβάντες εἰς τὸ ὑπερῷον ἐδειπνοῦμεν. |