Lisias, Defensa en favor de la muerte de Eratóstenes

Ejercicios

[23] ἐπειδὴ δὲ καλῶς αὐτῷ εἶχεν, ἐκεῖνος μὲν ἀπιὼν ᾤχετο, ἐγὼ δ᾿ ἐκάθευδον. ὁ δ᾿ ᾿Ερατοσθένης, ὦ ἄνδρες, εἰσέρχεται, καὶ ἡ θεράπαινα ἐπεγείρασά με εὐθὺς φράζει ὅτι ἔνδον ἐστί. κἀγὼ εἰπὼν ἐκείνῃ ἐπιμελεῖσθαι τῆς θύρας, καταβὰς σιωπῇ ἐξέρχομαι, καὶ ἀφικνοῦμαι ὡς τὸν καὶ τόν, καὶ τοὺς μὲν <οὐκ> ἔνδον κατέλαβον, τοὺς δὲ οὐδ᾿ ἐπιδημοῦντας ηὗρον.

  • καλῶς. Caligrafía, calidoscopio, caligrama.
  • ἐγὼ. Egoísmo, ególatra, egocéntrico.
  • ἄνδρες. Andrés, Leandro, Andrónico.
  • ηὗρον. Heurístico, ¡Eureka!