|
[21] ἐπειδὴ δὲ πάντα
εἴρητο αὐτῇ, εἶπον ἐγώ, “ὅπως τοίνυν ταῦτα μηδεὶς ἀνθρώπων
πεύσεται· εἰ δὲ μή, οὐδέν σοι κύριον ἔσται τῶν πρὸς ἔμ᾿
ὡμολογημένων. ἀξιῶ δέ σε ἐπ᾿ αὐτοφώρῳ ταῦτά μοι ἐπιδεῖξαι·
ἐγὼ γὰρ οὐδὲν δέομαι λόγων, ἀλλὰ τὸ ἔργον φανερὸν γενέσθαι,
εἴπερ οὕτως ἔχει”. ὡμολόγει ταῦτα ποιήσειν. |