|
[23] ἐπειδὴ δὲ καλῶς αὐτῷ
εἶχεν, ἐκεῖνος μὲν ἀπιὼν ᾤχετο, ἐγὼ δ᾿ ἐκάθευδον. ὁ δ᾿
᾿Ερατοσθένης, ὦ ἄνδρες, εἰσέρχεται, καὶ ἡ θεράπαινα
ἐπεγείρασά με εὐθὺς φράζει ὅτι ἔνδον ἐστί. κἀγὼ εἰπὼν ἐκείνῃ
ἐπιμελεῖσθαι τῆς θύρας, καταβὰς σιωπῇ ἐξέρχομαι, καὶ
ἀφικνοῦμαι ὡς τὸν καὶ τόν, καὶ τοὺς μὲν <οὐκ> ἔνδον
κατέλαβον, τοὺς δὲ οὐδ᾿ ἐπιδημοῦντας ηὗρον. |