|
[2] καὶ ταῦτα οὐκ ἂν εἴη
μόνον παρ᾿ ὑμῖν οὕτως ἐγνωσμένα, ἀλλ᾿ ἐν ἁπάσῃ τῇ ῾Ελλάδι·
περὶ τούτου γὰρ μόνου τοῦ ἀδικήματος καὶ ἐν δημοκρατίᾳ καὶ
ὀλιγαρχίᾳ ἡ αὐτὴ τιμωρία τοῖς ἀσθενεστάτοις πρὸς τοὺς τὰ
μέγιστα δυναμένους ἀποδέδοται, ὥστε τὸν χείριστον τῶν αὐτῶν
τυγχάνειν τῷ βελτίστῳ· οὕτως, ὦ ἄνδρες, ταύτην τὴν ὕβριν
ἅπαντες ἄνθρωποι δεινοτάτην ἡγοῦνται. |