|
[12] καὶ ἐγὼ τὴν γυναῖκα
ἀπιέναι ἐκέλευον καὶ δοῦναι τῷ παιδίῳ τὸν τιτθόν, ἵνα
παύσηται κλᾶον. ἡ δὲ τὸ μὲν πρῶτον οὐκ ἤθελεν, ὡς ἂν ἀσμένη
με ἑορακυῖα ἥκοντα διὰ χρόνου· ἐπειδὴ δὲ ἐγὼ ὠργιζόμην καὶ
ἐκέλευον αὐτὴν ἀπιέναι, “ἵνα σύ γε” ἔφη “πειρᾷς ἐνταῦθα τὴν
παιδίσκην· καὶ πρότερον δὲ μεθύων εἷλκες αὐτήν”.
|