|
[14] ἐπειδὴ δὲ ἦν πρὸς
ἡμέραν, ἧκεν ἐκείνη καὶ τὴν θύραν ἀνέῳξεν. ἐρομένου δέ μου
τί αἱ θύραι νύκτωρ ψοφοῖεν, ἔφασκε τὸν λύχνον ἀποσβεσθῆναι
τὸν παρὰ τῷ παιδίῳ, εἶτα ἐκ τῶν γειτόνων ἐνάψασθαι. ἐσιώπων
ἐγὼ καὶ ταῦτα οὕτως ἔχειν ἡγούμην. ἔδοξε δέ μοι, ὦ ἄνδρες,
τὸ πρόσωπον ἐψιμυθιῶσθαι, τοῦ ἀδελφοῦ τεθνεῶτος οὔπω
τριάκονθ᾿ ἡμέρας· ὅμως δ᾿ οὐδ᾿ οὕτως οὐδὲν εἰπὼν περὶ τοῦ
πράγματος ἐξελθὼν ᾠχόμην ἔξω σιωπῇ. |