|
[18] ἐλθὼν δὲ οἴκαδε
ἐκέλευον ἀκολουθεῖν μοι τὴν θεράπαιναν εἰς τὴν ἀγοράν,
ἀγαγὼν δ᾿ αὐτὴν ὡς τῶν ἐπιτηδείων τινὰ ἔλεγον ὅτι ἐγὼ πάντα
εἴην πεπυσμένος τὰ γιγνόμενα ἐν τῇ οἰκίᾳ· “σοὶ οὖν” ἔφην
“ἔξεστι δυοῖν ὁπότερον βούλει ἑλέσθαι, ἢ μαστιγωθεῖσαν εἰς
μύλωνα ἐμπεσεῖν καὶ μηδέποτε παύσασθαι κακοῖς τοιούτοις
συνεχομένην, ἢ κατειποῦσαν ἅπαντα τἀληθῆ μηδὲν παθεῖν κακόν,
ἀλλὰ συγγνώμης παρ᾿ ἐμοῦ τυχεῖν τῶν ἡμαρτημένων. ψεύσῃ δὲ
μηδέν, ἀλλὰ πάντα τἀληθῆ λέγε”. |