Lisias, Defensa en favor de la muerte de Eratóstenes

Ejercicios

[21] ἐπειδὴ δὲ πάντα εἴρητο αὐτῇ, εἶπον ἐγώ, “ὅπως τοίνυν ταῦτα μηδεὶς ἀνθρώπων πεύσεται· εἰ δὲ μή, οὐδέν σοι κύριον ἔσται τῶν πρὸς ἔμ᾿ ὡμολογημένων. ἀξιῶ δέ σε ἐπ᾿ αὐτοφώρῳ ταῦτά μοι ἐπιδεῖξαι· ἐγὼ γὰρ οὐδὲν δέομαι λόγων, ἀλλὰ τὸ ἔργον φανερὸν γενέσθαι, εἴπερ οὕτως ἔχει”. ὡμολόγει ταῦτα ποιήσειν.