|
[30] ᾿Ανάγνωθι δέ μοι καὶ
τοῦτον τὸν νόμον <τὸν> ἐκ τῆς στήλης τῆς ἐξ ᾿Αρείου πάγου.
ΝΟΜΟΣ
᾿Ακούετε, ὦ ἄνδρες, ὅτι
αὐτῷ τῷ δικαστηρίῳ τῷ ἐξ ᾿Αρείου πάγου, ᾧ καὶ πάτριόν ἐστι
καὶ ἐφ᾿ ἡμῶν ἀποδέδοται τοῦ φόνου τὰς δίκας δικάζειν,
διαρρήδην εἴρηται τούτου μὴ καταγιγνώσκειν φόνον, ὃς ἂν ἐπὶ
δάμαρτι τῇ ἑαυτοῦ μοιχὸν λαβὼν ταύτην τὴν τιμωρίαν
ποιήσηται. |