|
[33] τῶν μὲν γὰρ θάνατον
κατέγνω, τοῖς δὲ διπλῆν ἐποίησε τὴν βλάβην, ἡγούμενος τοὺς
μὲν διαπραττομένους βίᾳ ὑπὸ τῶν βιασθέντων μισεῖσθαι, τοὺς
δὲ πείσαντας οὕτως αὐτῶν τὰς ψυχὰς διαφθείρειν, ὥστ᾿
οἰκειοτέρας αὑτοῖς ποιεῖν τὰς ἀλλοτρίας γυναῖκας ἢ τοῖς
ἀνδράσι, καὶ πᾶσαν ἐπ᾿ ἐκείνοις τὴν οἰκίαν γεγονέναι, καὶ
τοὺς παῖδας ἀδήλους εἶναι ὁποτέρων τυγχάνουσιν ὄντες, τῶν
ἀνδρῶν ἢ τῶν μοιχῶν. ἀνθ᾿ ὧν ὁ τὸν νόμον τιθεὶς θάνατον
αὐτοῖς ἐποίησε τὴν ζημίαν. |