|
[41] ἔπειτα, ὦ ἄνδρες,
οὐκ ἂν δοκῶ ὑμῖν τοῖς ἐπιτηδείοις μεθ' ἡμέραν παραγγεῖλαι,
καὶ κελεῦσαι αὐτοὺς συλλεγῆναι εἰς οἰκίαν τῶν φίλων
τὴν ἐγγυτάτω, μᾶλλον ἢ ἐπειδὴ τάχιστα ᾐσθόμην τῆς νυκτὸς
περιτρέχειν, οὐκ εἰδὼς ὅντινα οἴκοι καταλήψομαι καὶ ὅντινα
ἔξω;Ϡκαὶ ὡς ῾Αρμόδιον μὲν καὶ τὸν δεῖνα ἦλθον οὐκ
ἐπιδημοῦντας (οὐ γὰρ ᾔδη), ἑτέρους δὲ οὐκ ἔνδον ὄντας
κατέλαβον, οὓς δ' οἷός τε ἦν λαβὼν ἐβάδιζον. |