|
[42]
καίτοι γε εἰ προῄδη, οὐκ ἂν δοκῶ ὑμῖν καὶ θεράποντας
παρασκευάσασθαι καὶ τοῖς φίλοις παραγγεῖλαι, ἵν' ὡς
ἀσφαλέστατα μὲν αὐτὸς εἰσῇα (τί γὰρ ᾔδη εἴ τι κἀκεῖνος εἶχε
σιδήριον;), ὡς μετὰ πλείστων δὲ μαρτύρων τὴν τιμωρίαν
ἐποιούμην; νῦν δ' οὐδὲν εἰδὼς τῶν ἐσομένων ἐκείνῃ τῇ νυκτί,
οὓς οἷός τε ἦν παρέλαβον. Καί μοι ἀνάβητε τούτων μάρτυρες.
ΜΑΡΤΥΡΕΣ |